• Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Το Βήμα της Ενορίας
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις
Σάββατο, 8 Νοεμβρίου, 2025
Poimin.gr
  • Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Το Βήμα της Ενορίας
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις
No Result
View All Result
  • Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Το Βήμα της Ενορίας
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις
No Result
View All Result
Poimin.gr
No Result
View All Result

Ολόκληρο το κείμενο του Τόμου Αυτοκεφαλίας της Εκκλησίας της Ουκρανίας,

12 Ιανουαρίου 2019
in Εκκλησιαστική Επικαιρότητα, Πατριαρχεία - Αυτοκέφαλες Εκκλησίες
Η υπογραφή του Τόμου της Αυτοκεφαλίας της Ουκρανίας από τα Μέλη της Συνόδου

photo credit: Nicholas Manginas / Ecumenical Patriarchate

Share on FacebookShare on Twitter
ΠΑΤΡΙΑΡΧΙΚΟΣ ΚΑΙ ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ ΧΟΡΗΓΗΣΕΩΣ ΑΥΤΟΚΕΦΑΛΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΟΥ ΚΑΘΕΣΤΩΤΟΣ ΕΙΣ ΤΗΝ ΕΝ ΟΥΚΡΑΝΙΑι ΟΡΘΟΔΟΞΟΝ ΕΚΚΛΗΣΙΑΝ
 
Βαρθολομαῖος,
ἐλέῳ Θεοῦ, Ἀρχιεπίσκοπος
Κωνσταντινουπόλεως, Νέας Ρώμης
καὶ Οἰκουμενικὸς Πατριάρχης.
 
«Προσεληλύθατε Σιὼν ὄρει … καὶ Ἐκκλησίᾳ πρωτοτόκων» (Ἑβρ. ιβ´, 22-23), ὁ μακάριος τῶν ἐθνῶν Ἀπόστολος Παῦλός φησι πᾶσι πιστοῖς, εἰκότως δὲ ὄρος ἡ Ἐκκλησία, διὰ τὸ βέβαιον καὶ πάγιον καὶ ἀσάλευτον καὶ ἄσειστον. Κἂν δὲ μία ποίμνη καὶ ἓν σῶμα Χριστοῦ καὶ ἔστι καὶ λέγεται ἡ τοῦ Θεοῦ Ἐκκλησία, ἔχουσα πανταχοῦ τὴν τῆς ὀρθοδόξου πίστεως ὁμολογίαν, τὴν ἐν Πνεύματι Ἁγίῳ ἐν τοῖς μυστηρίοις κοινωνίαν καὶ τὸ τῆς ἀποστολικῆς διαδοχῆς καὶ κανονικῆς τάξεως ἀδιασάλευτον, συνίσταται ἀπό τῶν ἀποστολικῶν ἤδη χρόνων, ἐκ κατὰ τόπους καὶ χώρας Ἐκκλησιῶν, ἐσωτερικῶς αὐτοδιοικουμένων ὑπὸ ἰδίους ποιμένας καὶ διδασκάλους καὶ διακόνους τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἤτοι τοὺς ἑκασταχοῦ Ἐπισκόπους, ἐπὶ τῷ λόγῳ οὐ μόνον τῆς ἱστορικῆς ἐν τῷ κόσμῳ σημασίας τῶν πόλεων καὶ χωρῶν, ἀλλὰ καὶ τῶν ἐν αὐταῖς ἰδιαζουσῶν ποιμαντικῶν ἀναγκῶν.
Τοιγαροῦν, τῆς εὐσεβεστάτης καὶ θεοφρουρήτου χώρας τῆς Οὐκρανίας, τῇ ἄνωθεν προνοίᾳ κρατυνθείσης καὶ μεγαλυνθείσης καὶ τὴν ὁλοτελῆ πολιτικὴν αὐτῆς ἀνεξαρτησίαν ἀπολαβούσης, τῶν δὲ πολιτειακῶν καὶ ἐκκλησιαστικῶν αὐτῆς ἀρχόντων ἐπὶ τριακονταετίαν ὅλην διακαῶς αἰτουμένων τὴν ἐκκλησιαστικὴν αὐτῆς αὐτοδιοίκησιν, συστοιχούντων καὶ εἰς παλαιὰ συναφῆ αἰτήματα τοῦ λαοῦ αὐτῆς κατὰ καιροὺς διατυπωθέντα πρὸς τὸν ἁγιώτατον Ἀποστολικὸν Θρόνον τῆς Κωνσταντινουπόλεως, τὸν ὑπὸ τῆς μακρᾶς κανονικῆς παραδόσεως ὑποχρεωμένον προνοεῖν περὶ τῶν ἐν ἀνάγκαις εὑρισκομένων Ἁγίων Ὀρθοδόξων Ἐκκλησιῶν, μάλιστα δὲ τῶν μετ᾽ αὐτοῦ διὰ κανονικῶν δεσμῶν ἀείποτε συνδεδεμένων τοιούτων, ὡς ἡ ἱστορική Μητρόπολις Κιέβου, ἡ Μετριότης ἡμῶν μετὰ τῶν περὶ ἡμᾶς Ἱερωτάτων Μητροπολιτῶν καὶ ὑπερτίμων, τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἀδελφῶν καὶ συλλειτουργῶν, ἐν τῇ ὀφειλετικῇ μερίμνῃ τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας πρὸς τὸν Ὀρθόδοξον κόσμον, ἐπὶ θεραπείᾳ τῶν χρονίως σοβούντων σχισμάτων καὶ μερισμῶν εἰς τὰς κατὰ τόπους Ἐκκλησίας, ὁμογνωμόνως, ὁρίζομέν τε καὶ ἀνακηρύττομεν, ἵνα σύμπασα ἡ ἐν τοῖς ὁρίοις τοῦ πολιτικῶς συγκροτηθέντος καὶ τέλεον ἀνεξαρτητοποιηθέντος Κράτους τῆς Οὐκρανίας περιλαμβανομένη Ὀρθόδοξος Ἐκκλησία, μετὰ τῶν Ἱερῶν Μητροπόλεων, Ἀρχιεπισκοπῶν, Ἐπισκοπῶν, μοναστηρίων τε καὶ ἐνοριῶν καὶ πάντων τῶν ἐν αὐταῖς ἐκκλησιαστικῶν καθιδρυμάτων, τελοῦσα ὑπὸ τὸν Δομήτορα τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας θεάνθρωπον Κύριον καὶ Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, ὑπάρχῃ τοῦ λοιποῦ κανονικῶς αὐτοκέφαλος, ἀνεξάρτητος καὶ αὐτοδιοίκητος, Πρῶτον ἐν τοῖς ἐκκλησιαστικοῖς πράγμασιν ἔχουσα καὶ ἐπιγιγνώσκουσα τὸν ἑκάστοτε κανονικὸν Προκαθήμενον αὐτῆς, φέροντα τὸν τίτλον «Μακαριώτατος Μητροπολίτης Κιέβου καὶ πάσης Οὐκρανίας», μὴ ἐπιτρεπομένης προσθήκης τινὸς ἢ ἀφαιρέσεως τῷ αὐτοῦ τίτλῳ, δίχα τῆς ἀδείας τῆς Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως· πρόεδρον ὄντα Ἱερᾶς Συνόδου, συγκροτουμένης κατ’ ἔτος ἐξ Ἀρχιερέων, προσκαλουμένων ἐκ περιτροπῆς κατὰ τὰ πρεσβεῖα αὐτῶν, ἐκ τῶν ἀρχιερατευόντων ἐν τοῖς γεωγραφικοῖς ὁρίοις τῆς Οὐκρανίας. Οὕτω γὰρ διακυβερνηθήσονται τὰ τῆς Ἐκκλησίας ἐν τῇ χώρᾳ ταύτῃ, ὡς οἱ θεῖοι καὶ ἱεροὶ διακηρύττουσι Κανόνες, ἐλευθέρως τε καὶ ἐν Ἁγίῳ Πνεύματι καὶ ἀκωλύτως, μακρὰν πάσης ἄλλης ἔξωθεν ἐπεμβάσεως.
 
Πρὸς τούτοις δὲ τὴν καθισταμένην διὰ τοῦδε τοῦ ἐνυπογράφου Πατριαρχικοῦ καὶ Συνοδικοῦ Τόμου, ἐν τοῖς ὁρίοις τῆς ἐπικρατείας τῆς Οὐκρανίας, Αὐτοκέφαλον Ἐκκλησίαν ἐπιγιγνώσκομεν καὶ ἀνακηρύττομεν πνευματικὴν ἡμῶν θυγατέρα καὶ πάσαις ταῖς ἀνὰ τὴν οἰκουμένην Ὀρθοδόξοις Ἐκκλησίαις συνιστῶμεν ὡς ἀδελφὴν ἀναγνωρίζεσθαι καὶ μνημονεύεσθαι τῷ ὀνόματι «Ἁγιωτάτη Ἐκκλησία τῆς Οὐκρανίας», ἔχουσαν ἕδραν αὐτῆς τὴν τοῦ Κιέβου ἱστορικὴν πόλιν, μὴ δυναμένην καθιστάναι ἐπισκόπους ἢ πηγνύειν ὑπερόρια θυσιαστήρια, τῶν ἤδη ὑφισταμένων ὑπαγομένων τοὐντεῦθεν, κατὰ τὴν τάξιν, τῷ Οἰκουμενικῷ Θρόνῳ, τῷ ἔχοντι τὴν κανονικὴν ἁρμοδιότητα ἐπὶ τῆς Διασπορᾶς, περιοριζομένης τῷ ὄντι τῆς δικαιοδοσίας αὐτῆς ἐντὸς τῶν ἐδαφῶν τοῦ Οὐκρανικοῦ Κράτους. Καὶ δὴ καὶ τὰς προνομίας καὶ πάντα τὰ κυριαρχικὰ δικαιώματα τὰ τῇ αὐτοκεφάλῳ ἐκκλησιαστικῇ Ἀρχῇ παρομαρτοῦντα παρέχομεν αὐτῇ, ὥστε τοῦ λοιποῦ τὸν μὲν Μητροπολίτην Κιέβου καὶ πάσης Οὐκρανίας ἱερουργοῦντα μνημονεύειν «Πάσης Ἐπισκοπῆς Ὀρθοδόξων», τὴν δὲ περὶ αὐτὸν χορείαν τῶν ἁγιωτάτων Ἀρχιερέων τοῦ ὀνόματος αὐτοῦ, ὡς Πρώτου καὶ Προκαθημένου τῆς ἐν Οὐκρανίᾳ Ἁγιωτάτης Ἐκκλησίας. Τὰ δὲ πρὸς τὴν ἐσωτερικὴν ἐκκλησιαστικὴν διοίκησιν ἀφορῶντα ἀνακρίνεσθαι, ἐκδικάζεσθαι καὶ καθορίζεσθαι ἀπολύτως ὑπ’ αὐτοῦ καὶ τῆς Ἱερᾶς Συνόδου, ἀκολούθως τῇ εὐαγγελικῇ καὶ τῇ λοιπῇ, κατὰ τὴν ἱερὰν Παράδοσιν καὶ τὰς σεβασμίας κανονικὰς διατάξεις τῆς Ἁγίας Ὀρθοδόξου ἡμῶν Ἐκκλησίας, διδασκαλίᾳ καὶ τῇ προτροπῇ τοῦ ς´ κανόνος τῆς Α´ ἐν Νικαίᾳ Οἰκουμενικῆς Συνόδου, τῆς ὁριζούσης ὅτι, «ἐὰν μέντοι τῇ κοινῇ πάντων ψήφῳ, εὐλόγῳ οὔσῃ, καὶ κατὰ κανόνα ἐκκλησιαστικόν, δύο ἢ τρεῖς δι’ οἰκείαν φιλονικείαν ἀντιλέγωσι, κρατείτω ἡ τῶν πλειόνων ψῆφος», διατηρουμένου προσέτι καὶ τοῦ δικαιώματος πάντων τῶν Ἀρχιερέων καὶ τῶν λοιπῶν κληρικῶν ἐκκλήτου προσφυγῆς τῷ Οἰκουμενικῷ Πατριάρχῃ, κατέχοντι τὴν κανονικὴν εὐθύνην τοῦ λαμβάνειν ἀμετακλήτως ἀποφάσεις ἐπὶ τῶν κρίσεων δι’ ἐπισκόπους καὶ λοιποὺς κληρικοὺς τῶν τοπικῶν Ἐκκλησιῶν, συμφώνως τοῖς θ΄ καὶ ιζ´ ἱεροῖς κανόσι τῆς Δ´ ἐν Χαλκηδόνι Οἰκουμενικῆς Συνόδου.
 
Προσεπιδηλοῦμεν τοῖς ἀνωτέρω ὅτι ἡ ἐν Οὐκρανίᾳ Αὐτοκέφαλος Ἐκκλησία γινώσκει ὡς κεφαλὴν τὸν Ἁγιώτατον Ἀποστολικὸν καὶ Πατριαρχικὸν Οἰκουμενικὸν Θρόνον, ὡς καὶ οἱ λοιποὶ Πατριάρχαι καὶ Προκαθήμενοι, ἔχει δέ, σὺν ταῖς ἄλλαις κανονικαῖς ὑποχρεώσεσι καὶ εὐθύναις, πρωτίστην ἀποστολὴν τὴν τήρησιν τῆς Ὀρθοδόξου ἡμῶν Πίστεως ἀδιαλωβήτου καὶ τῆς κανονικῆς ἑνότητος καὶ κοινωνίας μετὰ τοῦ Οἰκουμενικοῦ Πατριαρχείου καὶ τῶν λοιπῶν κατὰ τόπους Ὀρθοδόξων Ἐκκλησιῶν ἀπαρασαλεύτου. Προσέτι δέ, ὁ Μητροπολίτης Κιέβου καὶ πάσης Οὐκρανίας, ὡς καὶ οἱ Ἀρχιερεῖς τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Οὐκρανίας, ἐκλέγονται ἀπὸ τοῦ νῦν κατὰ τὰς προβλέψεις τῶν θείων καὶ ἱερῶν Κανόνων καὶ κατὰ τὰς σχετικὰς διατάξεις τοῦ Καταστατικοῦ Χάρτου αὐτῆς, συμφωνοῦντος ἀπαραιτήτως ἐν πᾶσι πρὸς τὰς διατάξεις τοῦ παρόντος Πατριαρχικοῦ καὶ Συνοδικοῦ Τόμου. Ὀφείλουσι πάντες οἱ Ἀρχιερεῖς ἵνα ποιμαίνωσι τὸν λαὸν τοῦ Θεοῦ θεοφιλῶς, προάγοντες, ἐν φόβῳ Θεοῦ, τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν ἐν τῇ χώρᾳ καὶ τῇ Ἐκκλησίᾳ αὐτῶν.
 
Ἀλλ’ ἵνα ὁ τῆς πνευματικῆς ἑνότητος καὶ συναφείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν ἀπαραμείωτος ἐν ἅπασι παραμένῃ σύνδεσμος, καὶ γὰρ ἐδιδάχθημεν «τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης» (Ἐφεσ. δ΄, 3), ὁ κατὰ καιροὺς Μακαριώτατος Μητροπολίτης Κιέβου καὶ πάσης Οὐκρανίας ὀφείλει μνημονεύειν, κατὰ τὰ παλαιόθεν ὑπὸ τῶν ἁγίων Πατέρων ἡμῶν παραδεδομένα, τοῦ τε Οἰκουμενικοῦ Πατριάρχου, τῶν Μακαριωτάτων Πατριαρχῶν καὶ τῶν λοιπῶν Προέδρων τῶν κατὰ τόπους Ὀρθοδόξων Αὐτοκεφάλων Ἐκκλησιῶν, ἐν τῇ σειρᾷ τῶν Διπτύχων, κατὰ τὴν κανονικὴν τάξιν, τοῦ ἰδίου λαμβάνοντος τὸν τόπον μετὰ τὸν Προκαθήμενον τῆς κατὰ Τσεχίαν καὶ Σλοβακίαν Ἐκκλησίας ἔν τε τοῖς ἱεροῖς Διπτύχοις καὶ ἐν ταῖς ἐκκλησιαστικαῖς συνελεύσεσιν.
 
Ὡσαύτως, ἡ ἐν Οὐκρανίᾳ Ὀρθόδοξος Ἐκκλησία, διὰ τοῦ Πρώτου αὐτῆς ἢ τοῦ κανονικοῦ τοποτηρητοῦ τοῦ Θρόνου τοῦ Κιέβου, ὑποχρεοῦται μετέχειν, ἐπὶ σπουδαίων κανονικῶν, δογματικῶν καὶ λοιπῶν ζητημάτων, τῶν κατὰ καιροὺς Διορθοδόξων διασκέψεων, κατὰ τὴν ἀπ’ ἀρχῆς κρατήσασαν ἱερὰν τῶν Πατέρων συνήθειαν. Ὀφείλει δὲ ὁ Πρῶτος, ἐγκαθιστάμενος, ἀποστέλλειν ἐξάπαντος τὰ ἀναγκαῖα Εἰρηνικὰ Γράμματα καταστάσεως πρός τε τὸν Οἰκουμενικὸν Πατριάρχην καὶ πρὸς τοὺς λοιποὺς Προκαθημένους, τοῦθ’ ὅπερ καὶ αὐτὸς δικαιοῦται παρὰ τούτων ἀποδέχεσθαι, ἀρχομένης τῆς εἰρηνικῆς περιοδείας αὐτοῦ ἐκ τῆς Πρωτοθρόνου Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως κατὰ τὰ εἰωθότα, λαμβάνων καὶ τὸ Ἅγιον Μύρον παρ᾽ αὐτῆς, εἰς δήλωσιν τῆς πνευματικῆς μετ’ αὐτῆς ἑνότητος. Προκειμένου δὲ περὶ μειζόνων ζητημάτων ἐκκλησιαστικῆς, δογματικῆς καὶ κανονικῆς φύσεως, ὁ Μακαριώτατος Μητροπολίτης Κιέβου καὶ πάσης Οὐκρανίας, ἐκ μέρους τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας αὐτοῦ, δέον ὅπως ἀπευθύνηται πρὸς τὸν καθ’ ἡμᾶς Ἁγιώτατον Πατριαρχικὸν καὶ Οἰκουμενικὸν Θρόνον, ἐκζητῶν τὴν ἔγκυρον γνώμην καὶ βεβαίαν συναντίληψιν αὐτοῦ, τῶν δικαιωμάτων τοῦ Οἰκουμενικοῦ Θρόνου ἐπὶ τῆς ἐν Οὐκρανίᾳ Ἐξαρχίας καὶ τῶν Ἱερῶν Σταυροπηγίων σῳζομένων ἀπαραμειώτων.
 
Ἐπὶ πᾶσιν οὖν τούτοις καὶ ἐπ’ αὐτοῖς τοῖς ὅροις, ἡ καθ’ ἡμᾶς Ἁγία τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία εὐλογεῖ καὶ ἀνακηρύσσει τὴν ἐν Οὐκρανίᾳ Ὀρθόδοξον Ἐκκλησίαν ὡς Αὐτοκέφαλον καὶ δαψιλεῖς ἐπικαλεῖται ἐπὶ τὴν ἀνὰ τὴν Οὐκρανικὴν χώραν σεβασμίαν Ἱεραρχίαν, τὸν εὐαγῆ κλῆρον καὶ τὸν εὐσεβῆ λαὸν αὐτῆς, ἐκ τῶν ἀκενώτων θησαυρῶν τοῦ Παναγίου Πνεύματος, τὰς θείας δωρεάς, ἐπευχομένη ὅπως, ὁ Πρῶτος καὶ Μέγας Ἀρχιερεὺς Ἰησοῦς Χριστός, πρεσβείαις τῆς παναχράντου καὶ ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ ἁγίου ἐνδόξου καὶ ἰσαποστόλου πρίγκηπος Βλαδιμήρου καὶ τῆς ἁγίας ἐνδόξου βασιλίσσης Ὄλγας, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν ἀσκητῶν καὶ μοναχῶν τῆς Λαύρας τοῦ Κιέβου καὶ τῶν λοιπῶν Μονῶν, στηρίζῃ ἐσαεὶ τὴν οὕτως ἐν τῷ σώματι τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας συναριθμηθεῖσαν Αὐτοκέφαλον Ἐκκλησίαν τῆς Οὐκρανίας καὶ παρέχῃ αὐτῇ εὐστάθειαν, ἑνότητα, εἰρήνην καὶ αὔξησιν, εἰς δόξαν Αὐτοῦ καὶ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος.
 
Ταῦτα οὕτω δόξαντα καὶ κριθέντα καὶ ἐν χαρᾷ ἐξαγγελλόμενα ὑμῖν ἀπὸ τοῦ σεπτοῦ τῆς Ὀρθοδοξίας Κέντρου, ἐκυρώθησαν συνοδικῶς, εἰς μόνιμον δὲ τούτων παραφυλακὴν ἐκδίδοται ὁ Πατριαρχικὸς καὶ Συνοδικὸς οὗτος Τόμος, καταστρωθεὶς μὲν καὶ ὑπογραφεὶς ἐν τῷ Κώδικι τῆς καθ᾽ ἡμᾶς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐγχειρισθεὶς δὲ ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ τῷ Μακαριωτάτῳ Προκαθημένῳ τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Οὐκρανίας κυρίῳ Ἐπιφανίῳ καὶ τῷ ἐξοχωτάτῳ Προέδρῳ τῆς χώρας κυρίῳ Πέτρῳ Ποροσένκο, εἰς διηνεκῆ ἔνδειξιν καὶ μόνιμον παράστασιν.
 
Ἐν ἔτει δισχιλιοστῷ καὶ δεκάτῳ ἐνάτῳ, κατὰ μῆνα Ἰανουάριον ϛ´,
Ἐπινεμήσεως ΙΒ’
 
† Ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος, ἐν Χριστῷ τῷ Θεῷ ἀποφαίνεται
† Ὁ Βρυούλων Παντελεήμων
† Ὁ Ἰταλίας καὶ Μελίτης Γεννάδιος
† Ὁ Γερμανίας Αὐγουστῖνος
† Ὁ Τρανουπόλεως Γερμανός
† Ὁ Νέας Ἰερσέης Εὐάγγελος
† Ὁ Ρόδου Κύριλλος
† Ὁ Ρεθύμνης καὶ Αὐλοποτάμου Εὐγένιος
† Ὁ Κορέας Ἀμβρόσιος
† Ὁ Σιγκαπούρης Κωνσταντῖνος
† Ὁ Αὐστρίας Ἀρσένιος
† Ὁ Σύμης Χρυσόστομος
† Ὁ Σικάγου Ναθαναήλ
Το κείμενο του Τόμου Αυτοκεφαλίας της Εκκλησίας της Ουκρανίας, όπως κατεγράφη και υπεγράφη στον επίσημο Κώδικα Τόμων και Σιγιλλίων της Μεγάλης Εκκλησίας.

Πρόσφατα Άρθρα

Άρτης Καλλίνικος: «Οι δοκιμασίες ανοίγουν δρόμους προς τον ουρανό»
Εκκλησία της Ελλάδος

Άρτης Καλλίνικος: «Οι δοκιμασίες ανοίγουν δρόμους προς τον ουρανό»

8 Νοεμβρίου 2025

Το απόγευμα του Σαββάτου 8 Νοεμβρίου 2025, στον Ιερό Ναό του Αγίου Ιωάννου του Θεολόγου, στο Πνευματικό Κέντρο της Ιεράς...

Read more
Άρτης Καλλίνικος: “Οι Άγγελοι υφαίνουν μονοπάτια υπακοής στο Θεό”
Εκκλησία της Ελλάδος

Άρτης Καλλίνικος: “Οι Άγγελοι υφαίνουν μονοπάτια υπακοής στο Θεό”

8 Νοεμβρίου 2025

Το Σάββατο, 8 Νοεμβρίου 2025, το πρωΐ, στον πανηγυρίζοντα Ενοριακό Ιερό Ναό των Παμμεγίστων Ταξιαρχών της πόλεως Άρτης, ετελέσθη η...

Read more
Πάνδημος εορτασμός των εφόρων και αγρύπνων φρουρών  της Εκκλησίας των Σερρών
Εκκλησία της Ελλάδος

Πάνδημος εορτασμός των εφόρων και αγρύπνων φρουρών της Εκκλησίας των Σερρών

8 Νοεμβρίου 2025

Με την δέουσα λαμπρότητα, πνευματική ανάταση, την προ¬σήκουσα ιεροπρεπή σεμνότητα και την παλλαϊκή συμμετοχή του χριστεπωνύμου πληρώματος, εορτάσθηκε και στην...

Read more
“Ο άγιος Νεκτάριος κατέκτησε τις καρδιές των φιλοθρήσκων Φθιωτών”
Πνευματικές Διδαχές

“Ο άγιος Νεκτάριος κατέκτησε τις καρδιές των φιλοθρήσκων Φθιωτών”

8 Νοεμβρίου 2025

Εις τον πάντιμο χορό των αγίων της Ιεράς Μητροπόλεώς μας εξέχουσα θέση κατέχει ο άγιος Νεκτάριος Επίσκοπος Πενταπόλεως ο θαυματουργός,...

Read more
Ο Άγιος Νεκτάριος συκοφαντούμενος και διωκόμενος
Αγίου Νεκταρίου

Ο Άγιος Νεκτάριος συκοφαντούμενος και διωκόμενος

8 Νοεμβρίου 2025

ΛΑΜΠΡΟΥ Κ. ΣΚΟΝΤΖΟΥ Θεολόγου - Καθηγητού      Το μεγάλο και διαρκές θαύμα στην Εκκλησία μας είναι η αδιάκοπη εμφάνιση αγίων....

Read more
Η ΛΑΜΠΡΑ ΠΑΝΗΓΥΡΙΣ ΤΟΥ ΠΑΝΟΡΜΙΤΟΥ ΤΗΣ ΣΥΜΗΣ
Πατριαρχεία - Αυτοκέφαλες Εκκλησίες

Η ΛΑΜΠΡΑ ΠΑΝΗΓΥΡΙΣ ΤΟΥ ΠΑΝΟΡΜΙΤΟΥ ΤΗΣ ΣΥΜΗΣ

8 Νοεμβρίου 2025

Μέ ἰδιαιτέρα λαμπρότητα καί σεμνή ἱεροπρέπεια ἡ τοπική Ἐκκλησία τῆς Σύμης, τίμησε τόν Παμμέγιστο Ἀρχάγγελο Μιχαήλ τόν Πανορμίτη, ἐδῶ στήν...

Read more
Το Μελισσοχώρι τίμησε τους Παμμεγίστους Ταξιάρχες
Εκκλησία της Ελλάδος

Το Μελισσοχώρι τίμησε τους Παμμεγίστους Ταξιάρχες

8 Νοεμβρίου 2025

Ο Σεβασμιώτατος Μητροπολίτης μας κ. Τιμόθεος, το Σάββατο 8 Νοεμβρίου 2025, εορτή της Συνάξεως των Παμμεγίστων Ταξιαρχών Μιχαήλ και Γαβριήλ...

Read more
Η Σύναξη των Παμμεγίστων Ταξιαρχών στην Καλαμάτα
Εκκλησία της Ελλάδος

Η Σύναξη των Παμμεγίστων Ταξιαρχών στην Καλαμάτα

8 Νοεμβρίου 2025

Με κάθε λαμπρότητα και την συμμετοχή πλήθους πιστών εορτάστηκε το Σάββατο 8 Νοεμβρίου 2025, η μνήμη των Παμμεγίστων Ταξιαρχών Μιχαήλ...

Read more
Ο σκοπός τής ζωής μας είναι ο αγιασμός και η θέωσις
Αγίου Νεκταρίου

Ὁ Ἅγιος Νεκτάριος καὶ τὸ βίωμα τῆς Ὀρθοδοξίας

8 Νοεμβρίου 2025

Πραγματικὰ ὁ Ἅγιος Νεκτάριος ἐβίωσε σὲ ὅλα καὶ μὲ ὅλα τὰ μέρη τῆς ὑπάρξεώς του τὴν Ὀρθοδοξία μας, τὴν ὁποία...

Read more
Ὁ Ἅγιος Νεκτάριος γιά τήν ἀνάγκη θρησκευτικῆς καί πνευματικῆς μόρφωσης
Πνευματικές Διδαχές

Ὁ Ἅγιος Νεκτάριος γιά τήν ἀνάγκη θρησκευτικῆς καί πνευματικῆς μόρφωσης

8 Νοεμβρίου 2025

Οι κοσμικοί άνθρωποι δεν επιθυμούν τη θρησκευτική μόρφωση των παιδιών τους, γιατί τη θεωρούν αιτία πολλών κακών και στρεβλώσεων. Απ’...

Read more
Με λαμπρότητα η Σύναξη των Ταξιαρχών στη Μητρόπολη Δημητριάδος
Εκκλησία της Ελλάδος

Με λαμπρότητα η Σύναξη των Ταξιαρχών στη Μητρόπολη Δημητριάδος

8 Νοεμβρίου 2025

Με τη δέουσα λαμπρότητα εορτάστηκε η Σύναξη των Ταξιαρχών Μιχαήλ και Γαβριήλ στην Ιερά Μητρόπολη Δημητριάδος. Στον Μέγα Πανηγυρικό Εσπερινό...

Read more
Πανηγυρικός Εσπερινός επί τη Συνάξει των Αρχιστρατήγων Μιχαήλ και Γαβριήλ στις Σέρρες
Εκκλησία της Ελλάδος

Πανηγυρικός Εσπερινός επί τη Συνάξει των Αρχιστρατήγων Μιχαήλ και Γαβριήλ στις Σέρρες

8 Νοεμβρίου 2025

Με λειτουργική λαμπρότητα και σεμνοπρεπή ιεροπρέπεια εορτάζει η αγία Εκκλησία μας, κατ’ αυτάς, την ιερά μνήμη της Συνάξεως των Αγίων,...

Read more
Η Πανήγυρις των Ταξιαρχών στο Μαρτίνο της Ι.Μ. Φθιώτιδος
Εκκλησία της Ελλάδος

Η Πανήγυρις των Ταξιαρχών στο Μαρτίνο της Ι.Μ. Φθιώτιδος

8 Νοεμβρίου 2025

Στον Πανηγυρίζοντα Ναό των Παμμεγίστων Ταξιαρχών Μαρτίνου, στα μακρινά νότια σύνορα της Ιεράς Μητροπόλεως Φθιώτιδος, χοροστάτησε απόψε ο Σεβασμιώτατος Μητροπολίτης...

Read more
Ο πανηγυρικός Εσπερινός των Παμμεγίστων Ταξιαρχών στην Ιτέα Καρδίτσης
Εκκλησία της Ελλάδος

Ο πανηγυρικός Εσπερινός των Παμμεγίστων Ταξιαρχών στην Ιτέα Καρδίτσης

8 Νοεμβρίου 2025

Ο Σεβασμιώτατος Μητροπολίτης μας κ. Τιμόθεος, το απόγευμα της Παρασκευής 7 Νοεμβρίου 2025, χοροστάτησε στην ακολουθία του Εσπερινού, επί τη...

Read more
Ο Εσπερινός των Ταξιαρχών στην Ιερά Μητρόπολη Μεσσηνίας
Εκκλησία της Ελλάδος

Ο Εσπερινός των Ταξιαρχών στην Ιερά Μητρόπολη Μεσσηνίας

8 Νοεμβρίου 2025

Με κάθε μεγαλοπρέπεια, τελέσθηκε, το απόγευμα της Παρασκευής 7ης Νοεμβρίου ε.έ., ο πανηγυρικός εσπερινός της Συνάξεως των Παμμεγίστων Ταξιαρχών, στους...

Read more
Previous slide
Next slide

ΚΗΡΥΓΜΑΤΑ

Ο Άγιος Νεκτάριος συκοφαντούμενος και διωκόμενος
Αγίου Νεκταρίου

Ο Άγιος Νεκτάριος συκοφαντούμενος και διωκόμενος

8 Νοεμβρίου 2025

ΛΑΜΠΡΟΥ Κ. ΣΚΟΝΤΖΟΥ Θεολόγου - Καθηγητού      Το μεγάλο και διαρκές θαύμα στην Εκκλησία μας είναι η αδιάκοπη εμφάνιση αγίων....

Ο σκοπός τής ζωής μας είναι ο αγιασμός και η θέωσις

Ὁ Ἅγιος Νεκτάριος καὶ τὸ βίωμα τῆς Ὀρθοδοξίας

8 Νοεμβρίου 2025
Ο σκοπός τής ζωής μας είναι ο αγιασμός και η θέωσις

Ο βίος καί τά βιώματα τού Αγ. Νεκταρίου

8 Νοεμβρίου 2024
«Τον παρ’ εαυτού μη αδικούμενον, ουδείς έτερος αδικήσαι δυνήσεται»

Άγιος Νεκτάριος: Ο πολύπαθος θαυματουργός Επίσκοπος

8 Νοεμβρίου 2024
«Τον παρ’ εαυτού μη αδικούμενον, ουδείς έτερος αδικήσαι δυνήσεται»

Ο άγιος Νεκτάριος Πενταπόλεως υποψήφιος πατριάρχης Αλεξανδρείας

9 Νοεμβρίου 2022
Ο άγιος Νεκτάριος Πενταπόλεως και η γενέτειρά του Σηλυβρία

Ο άγιος Νεκτάριος Πενταπόλεως και η γενέτειρά του Σηλυβρία

7 Νοεμβρίου 2022
Άγιος Νεκτάριος, θεολόγος εν έργω καί λόγω

Άγιος Νεκτάριος, θεολόγος εν έργω καί λόγω

9 Νοεμβρίου 2018
Ο σκοπός τής ζωής μας είναι ο αγιασμός και η θέωσις

Ο σκοπός τής ζωής μας είναι ο αγιασμός και η θέωσις

8 Νοεμβρίου 2016
Next Post
Εκοιμήθη ο Αρχιμ. Πανάρετος Γεωργόπουλος πρ. Ηγούμενος της Ι.Μ. Βουλκάνου

Εκοιμήθη ο Αρχιμ. Πανάρετος Γεωργόπουλος πρ. Ηγούμενος της Ι.Μ. Βουλκάνου

Κατατέθηκε στην Σύνοδο ο φάκελος για την Αγιοκατάταξη του Γέροντος Βησσαρίωνος του Αγαθωνίτου

Κατατέθηκε στην Σύνοδο ο φάκελος για την Αγιοκατάταξη του Γέροντος Βησσαρίωνος του Αγαθωνίτου

Ονομαστήρια Μητροπολίτου Κανάγκας κ. Θεοδοσίου

Ονομαστήρια Μητροπολίτου Κανάγκας κ. Θεοδοσίου

Κουρά Μοναχής στην Ιερά Μονή Αγίων Νηπίων Πανάκτου

Κουρά Μοναχής στην Ιερά Μονή Αγίων Νηπίων Πανάκτου

Οικ. Πατριάρχης: «Αντιπαρερχόμεθα τις ύβρεις έχοντας τη βεβαιότητα ότι επράξαμεν το ορθόν»

Οικ. Πατριάρχης: «Αντιπαρερχόμεθα τις ύβρεις έχοντας τη βεβαιότητα ότι επράξαμεν το ορθόν»

  • Όροι χρήσης – Πολιτική Απορρήτου
  • Επικοινωνία
No Result
View All Result
  • Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Το Βήμα της Ενορίας
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις

Poimin.gr © 2023

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist