Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης, Ἰησοῦ,
καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή,
τοὺς Ἀποστόλους τῆς δόξης σου κατεκάλυψεν·
ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον,
μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα,
τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου,
ἄναρχε Σῶτερ Χριστὲ ὁ Θεός,
ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας,
φώτισον τὰς ψυχάς ἡμῶν.