• Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Συνοπτικός
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις
Κυριακή, 13 Σεπτεμβρίου, 2026
Poimin.gr
  • Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Συνοπτικός
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις
No Result
View All Result
  • Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Συνοπτικός
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις
No Result
View All Result
Poimin.gr
No Result
View All Result

Οἱ κοσμοχαρμόσυνοι ΚΔ´ Οἶκοι εἰς τὴν νοητὴν κλίμακα ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

in Κηρύγματα, Υψώσεως του Τιμίου Σταυρού
16 Νοεμβρίου 2023
byPoimin.gr Team
Η Ύψωσις του Τιμίου Σταυρού
Share on FacebookShare on Twitter

Ἡ Ἀκολουθία αὕτη τελεῖται κατ᾿ ἔθος ἐπὶ τῇ ἑορτῇ τῆς Ὑψώσεως τοῦ Τιμίου Σταυροῦ, ἐντάσσεται δὲ εἴτε εἰς τήν ἀκολουθίαν τοῦ Μεγάλου Ἑσπερινοῦ τῆς Ἑορτῆς, εἴτε, συνηθέστερα, εἰς τὸν τῆς κυρίας ἡμέρας αὐτῆς, μετὰ τὸ Νῦν ἀπολύεις.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Οἱ Οἶκοι.

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ (ἐκ γ´)· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·

χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.

Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·

χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα.

Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·

χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.

Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·

χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.

Χαῖρε, κρατὴρ τοῦ νέκταρος ἔμπλεως·

χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος.

Χαῖρε, δι᾿ οὗ εὐλογεῖται ἡ κτίσις·

χαῖρε, δι᾿ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

Βλέπουσα ἡ Ἑλένη ἑαυτὴν ἐν ἐφέσει, φησὶ τῷ Βασιλεῖ θαρσαλέως· Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται· ζητοῦσα γοῦν τὸ κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω· Ἀλληλούϊα.

Γνῶσιν ἄγνωστον πρῴην ἡ Βασίλισσα γνοῦσα, ἐβόησε πρὸς τοὺς ὑπουργοῦντας· Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καὶ δοῦναι τὸν Σταυρὸν σπεύσατε, πρὸς ὃν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλὴν κράζουσα οὕτω·

Χαῖρε, χαρᾶς τῆς ὄντως σημεῖον·

χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον.

Χαῖρε, θησαυρὸς ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος·

χαῖρε, ὁ φανεὶς ἐν τοῖς ἄστροις τυπούμενος.

Χαῖρε, τετρακτινοπύρσευτε καὶ πυρίμορφε Σταυρέ·

χαῖρε, κλῖμαξ ὑψοστήρικτε προοραθεῖσά ποτε.

Χαῖρε, τὸ τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα·

χαῖρε, τὸ τῶν δαιμόνων πολυστένακτον τραῦμα.

Χαῖρε, τερπνὸν τοῦ Λόγου κειμήλιον·

χαῖρε, πυρὸς τῆς πλάνης σβεστήριον.

Χαῖρε Σταυρέ, ἀπορούντων προστάτα·

χαῖρε, στεῤῥὲ εὐδρομούντων ἀλείπτα.

Χαῖρε, Ξύλον μακάριον.

Δύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρὸς πίστωσιν ἀληθῆ τοῖς πᾶσι· καὶ τὴν ἄφωνόν τε καὶ νεκρὰν πρὸς ζωὴν ἀνέστησε, φρικτὸν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως· Ἀλληλούϊα.

Ἔχουσα ἡ Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρὸς τὸν ταύτης γόνον· ὁ δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνοὺς τὸν μέγιστον Σταυρόν, ἔχαιρε, καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε Σταυρέ, τοῦ φωτὸς δοχεῖον·

χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον.

Χαῖρε, ὁ δοτὴρ χαρισμάτων τοῦ Πνεύματος·

χαῖρε, ὁ λιμὴν ποντοπόρων ἀχείμαστος.

Χαῖρε, τράπεζα βαστάζουσα ὥσπερ θῦμα τὸν Χριστόν·

χαῖρε, κλῆμα, βότρυν πέπειρον, φέρον οἶνον μυστικόν.

Χαῖρε, ὅτι τὰ σκῆπτρα τῶν ἀνάκτων φυλάττεις·

χαῖρε, ὅτι τὰς κάρας τῶν δρακόντων συνθλάττεις.

Χαῖρε, λαμπρὸν τῆς πίστεως γνώρισμα·

χαῖρε, παντὸς τοῦ κόσμου διάσωσμα.

Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐλογία·

χαῖρε, θνητῶν πρὸς Θεὸν μεσιτεία.

Χαῖρε, Ξύλον μακάριον.

Ζῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καὶ εὗρε σπουδαίως, τὸν ἐν γῇ κρυπτόμενον Σταυρόν, καὶ δεικνύμενον ἐν οὐρανῷ Ἄνακτι, ὃν ὕψωσε· καὶ βλέπων τὸ πολίτευμα, ἐν πίστει ἔφη· Ἀλληλούϊα.

Καὶ εὐθὺς ψάλλομεν τὸν παρόντα Κανόνα τοῦ ζωηφόρου Σταυροῦ [Ποίημα Κωνσταντίνου Δαπόντε], οὗ ἡ ἀκροστιχίς· Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνῳ. Ἰησοῦς.

ᾨδὴ α´. Ὁ Εἱρμός. Ἦχος δ´.

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῷ ζωηφόρῳ Σταυρῷ, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, τούτου τὰ θαύματα.

Τροπάρια.

Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Χριστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σε Πνεύματι, Σταυρὲ ανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοι· Χαῖρε Χριστοῦ ἡ δόξα, δι᾿ οὗ δόξαν ἅπαντες προσενεδύθημεν.

Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ἀήττητος δύναμις, χαῖρε Σταυρὲ τρισμακάριστε, πιστῶν δεομένων σου· χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τὰ κέρατα δαιμόνων· χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.

Δόξα.

Ῥάβδος ἡ βλαστήσασα, χαῖρε Χριστὸν τὸν ζωήῤῥυτον, καρπὸν ἐξ οὗ τρώγοντες, ζωὴν καρπούμεθα· χαῖρε ἔνδοξον, σημεῖον τοῦ Δεσπότου, ἀφ᾿ οὗ σαλευθήσονται γῆ καὶ οὐράνια.

Καὶ νῦν.

Ἀγγέλων ἀγλάϊσμα, χαῖρε βροτῶν τὸ διάσωσμα, δαιμόνων πολύστονον, τραῦμα πανύμνητε, ζωοπάροχε, Σταυρὲ ἡ σωτηρία, καταπονουμένων τε, καὶ ἡ ἀντίληψις.

ᾨδὴ γ´. Ὁ Εἱρμός.

Τοὺς σοὺς ὑμνολόγους Ζωοδότα, ἰάσεων, ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Τροπάρια.

Σταυρὲ ἡ ἀρχὴ τῆς σωτηρίας, Σταυρὲ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα Ἀποστόλων τε, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καὶ φύλαττε, τοὺς καυχωμένους τῷ κράτει σου.

Διώκονται φάλαγγες δαιμόνων, τῇ σῇ σημειώσει δυνατέ· ὅθεν βοῶμεν χαῖρέ σοι· Χαῖρε δι᾿ οὗ ἡνώθησαν, ἡ γῆ καὶ τὰ οὐράνια, καὶ ἐθεώθη ὁ ἄνθρωπος.

Ὁδὸς πρὸς μονὰς τὰς οὐρανίους ἀπάγουσα, χαῖρε τὸ λαμπρόν, τοῦ Ἰησοῦ μου τρόπαιον· χαῖρε ἀνάκτων στέφανος, χαῖρε σωτὴρ παγκόσμιος, χαῖρε ἡ ῥάβδος εὐθύτητος.

Χαῖρε, σὺ ἡ ῥάβδος βασιλείας, δυνάμεως· χαῖρε τοῦ Χριστοῦ, ἡ ῥάβδος ἣν ἀπέστειλεν ἐκ τῆς Σιὼν ὁ Κύριος· χαῖρε φυτὸν ἀθάνατον, ὑφ᾿ οὗπερ σκέπονται ἅπαντες.

Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα ἑτέρους ἕξ Οἴκους (Η‐Μ).

Ἡλιόμορφος ὤφθη ὁ Σταυρὸς ἐν τῷ κόσμῳ, καὶ πάντες φωτισμοῦ ἐμπλησθέντες καὶ δραμόντες ὡς πρὸς ἀστέρα θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον ἐν ταῖς χερσὶ ταῖς θείαις ὑψωθέντα· ὃν ὑμνοῦντες εἶπον·

Χαῖρε, αὐγὴ νοητοῦ Ἡλίου·

χαῖρε, πηγὴ ἀκενώτου μύρου.

Χαῖρε, τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἀνάκλησις·

χαῖρε, τῶν ἀρχόντων τοῦ ᾅδου ἡ νέκρωσις.

Χαῖρε, ὅτι ἀνυψούμενος συνανυψοῖς νῦν ἡμᾶς·

χαῖρε, ὅτι προσκυνούμενος καθαγιάζεις τὰς ψυχάς.

Χαῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος·

χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.

Χαῖρε Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος·

χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος.

Χαῖρε, δι᾿ οὗ κατεβλήθη ὁ ᾅδης·

χαῖρε, δι᾿ οὗ ἀνατέταλκε χάρις·

Χαῖρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῇ τούτου νῦν προσέλθωμεν σκέπῃ· καὶ ὡς ὅπλον κρατοῦντες αὐτό, δι᾿ αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καὶ ψαύοντες τὸν ἄψαυστον, τοῖς χείλεσιν αὐτῷ βοῶμεν· Ἀλληλούϊα.

Ἴδε φῶς οὐρανόθεν, Κωνσταντῖνος ὁ μέγας, δεικνύμενον Σταυροῦ τὸ σημεῖον, δι᾿ ἀστέρων, ἐν ᾧ καὶ νικᾶν πολεμίων πληθύν, ἔσπευσε τὸ Ξύλον φανερῶσαι, καὶ βοῆσαι πρὸς αὐτὸ τοιαῦτα·

Χαῖρε, βουλῆς τῆς ἀῤῥήτου πέρας·

χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας.

Χαῖρε, πολεμίων ὁ τρέπων τὰς φάλαγγας·

χαῖρε, φλὸξ καθάπερ φλέγων τοὺς δαίμονας.

Χαῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ·

χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ.

Χαῖρε, ὁ τῶν βαρβάρων τὴν ὀφρὺν καταβάλλων·

χαῖρε, ὁ τῶν ἀνθρώπων τὰς ψυχὰς περιέπων.

Χαῖρε, κακῶν πολλῶν ἀμυντήριον·

χαῖρε, καλῶν πολλῶν βραβευτήριον.

Χαῖρε, δι᾿ οὗ Χριστοφόροι σκιρτῶσι·

χαῖρε, δι᾿ οὗ Ἰουδαῖοι θρηνοῦσι.

Χαῖρε, Ξύλον μακάριον.

Κλῖμαξ οὐρανομήκης, ὁ Σταυρὸς τοῦ Κυρίου ἐγένετο· τοὺς πάντας ἀνάγων, ἀπὸ γῆς πρὸς ὕψος οὐρανοῦ, τοῖς χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τὰ νῦν ὄντα ὡς μὴ ὄντα, καὶ εἰδότας ψάλλειν· Ἀλληλούϊα.

Λάμψας φῶς ἐπὶ πᾶσιν, ὁ Σωτὴρ τοῖς ἐν ᾅδῃ ἐφώτισας τοὺς κάτω κειμένους· πυλωροὶ δὲ ᾅδου τὴν αὐγὴν μὴ ἐνέγκαντές σου, ὡς νεκροὶ πεπτώκασιν· οἱ τούτων δὲ ῥυσθέντες νῦν ὁρῶντες τὸν Σταυρὸν βοῶσι·

Χαῖρε, ἀνάστασις τεθνεώτων·

χαῖρε, παράκλησις τῶν πενθούντων.

Χαῖρε, τῶν ταμείων τοῦ ᾅδου ἡ κένωσις·

χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις.

Χαῖρε, ῥάβδος ἡ ποντίσασα τὸν Αἰγύπτιον στρατόν·

χαῖρε, αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν.

Χαῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία·

χαῖρε, εὔοσμον ῥόδον, εὐσεβῶν εὐωδία.

Χαῖρε, τροφὴ πεινώντων ἐν πνεύματι·

χαῖρε, σφραγίς, ἣν ἔλαβον ἄνθρωποι.

Χαῖρε Σταυρέ, μυστηρίων ἡ θύρα·

χαῖρε, ἐξ οὗ ῥεῖθρα χέονται θεῖα.

Χαῖρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, τὸ πολύμοχθον γένος, λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ῥάβδος αὐτῷ, ἀλλ᾿ ἐγνώσθης τούτῳ καὶ Θεοῦ σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, τὴν δυναστείαν κράζων· Ἀλληλούϊα.

ᾨδὴ δ´. Ὁ Εἱρμός.

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος· ἐν Σταυροῦ τῷ ξύλῳ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστὲ τῇ δυνάμει σου.

Τροπάρια.

Εὐφημοῦμέν σε προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ᾧ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ· καὶ ὑψοῦμεν τὸν ὑψώσαντα, τὴν πεσοῦσαν φύσιν παραβάσει Προπάτορος.

Ἰορδάνης μαρτυρεῖ σου, τὴν φρικτὴν θείαν δύναμιν, Σταυρὲ τοῦ Κυρίου, ἀναχαιτισθεὶς ὑπὲρ λόγον τε, καὶ τόπον δοὺς Πατριάρχῃ διαβαίνοντι, καὶ ἀνάξας τῷ Ἐλισσαιὲ τὸ σιδήριον.

Ὄφεις χαῖρε ὁ κτιννύων, ἐν ἐρήμῳ βλεπόμενος· χαῖρε φῶς Κυρίου, τὸ φωτίζον πάντα τὰ πέρατα· χαῖρε ὁ σκόλοψ βαρβάρων, ἡ κατάλυσις, τῶν ξοάνων τε, καὶ Ἰουδαίων ἀπώλεια.

Νῆσοι, ἤπειρος ἡ πᾶσα, σῷ τιμίῳ κλεΐζονται, κλέος οἰκουμένης, Σταυρὲ ζωηφόρε ὀνόματι· ὕψωσον κέρας ἁπάντων, χριστωνύμων τε, καὶ κατάβαλε τῶν ἐναντίων τὸ φρύαγμα.

Σοὶ βοῶμεν ὡς ἐμψύχῳ· Χαῖρε Ξύλον τρισόλβιον· χαῖρε ζωῆς Ξύλον· χαῖρε προσκυνούμενον πάντοτε, ὑπὸ Ἀγγέλων, ἀνθρώπων· χαῖρε καύχημα, οὐρανοῦ καὶ γῆς, σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ᾨδὴ ε´. Ὁ Εἱρμός.

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ τρισμακάριστον ὦ ξύλον, ἔσχες εἰς ὕψος τὸν ἐπὶ πάντων Θεόν, καὶ ἔδειξας ἄχρονον ἡμῖν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν δωρούμενος.

Τροπάρια.

Ὅπλον θεοχάλκευτον, ὁ θυρεὸς τῆς πίστεως, κράτος τὸ ἀκράδαντον ἐν μάχαις, Σταυρὲ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν·      χαῖρε, δι᾿ ἧς, Ἄγαρ κατασφάττεται, καὶ ἐγείρονται τρόπαια.

Ἰσχὺς καὶ ὀχύρωμα, ἀνθρώπων Σταυρὲ τίμιε, κλῖμαξ τὸν Θεὸν ἐστηριγμένον, ἐπὶ σὲ ἔχουσα, χαῖρε τὸ κήρυγμα, πάντων Προφητῶν· χαῖρε δι᾿ οὗ ὁ κόσμος ἡγίασται, καὶ Σατὰν καταβέβληται.

Πάθος τὸ κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τὸ θεῖον πόμα ἀνέβλυσε, πᾶσι τὸ πανάχραντον αὐτοῦ Αἷμα, καὶ ἐπίομεν, ἐκτακέντες οἱ ἄνθρωποι.

Ῥείθροις θείου Αἵματος, ἐπαρδευθεὶς πανάγιε Σταυρέ, θεοτίμητε τοὺς πίστει, σῶζε κινδύνων, καὶ τοῦ λοιμοῦ καὶ λιμοῦ, βοῶντάς σοι· χαῖρε ἡ πηγή, ἄρδουσα τὰ σύμπαντα, τὰ σωτήρια νάματα.

Εὐλόγησον Κύριε, τοῦ σοῦ Σταυροῦ τῇ χάριτι, τὸν ἐνιαυτὸν χρηστότητός σου, τοὺς ἱερέας, τοὺς βασιλεῖς, τὸν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τὸν Σταυρὸν τὸν φωτόμορφον.

ᾨδὴ ς´. Ὁ Εἱρμός.

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες τοῦ θεοδέγμονος, Σταυροῦ τὰς χεῖρας κροτήσωμεν, τὸν ἐπ᾿ αὐτῷ τεθέντα Θεὸν δοξάζοντες.

Τροπάρια.

Πᾶσα ἡ γῆ προσκυνοῦμέν σε, καὶ ψάλλομεν τῷ θείῳ ὀνόματι, σοῦ Σταυρὲ ὕψιστε, σεπτῷ Ἀγγέλοις ὑπάρχοντι, καὶ φοβερῷ καὐτοῖς τοῖς δαιμόνων ἄρχουσι.

Ἑλένη γῆθεν τὸ λάβαρον, ἐκλάμψαν βασιλείας τοὐπίσημον, χριστιανῶν ἡμῶν, γνοῦσα τό· χαῖρέ σοι ἔκραζε, χαῖρε ἡμῶν ἡ δόξα καὶ τὸ κραταίωμα.

Ἰδοὺ καὐτοί σοι κραυγάζομεν· χαῖρε Σταυρὲ Κυρίου πανένδοξε· χαῖρε ἐλπὶς ἡμῶν· χαῖρε ὑψῶν ἡμᾶς ἅπαντας, τῇ παγκοσμίῳ ἤδη θείᾳ ὑψώσει σου.

Χαρᾶς αἰτίου ὑπάρξαντος, πιστοὶ νῦν τῇ δυνάμει σου χαίρομεν, καὶ προσκυνοῦμέν σε· χαῖρε λαμπτὴρ παμφαέστατε· χαῖρε νηπίων φύλαξ καὶ πολυΰμνητε.

Τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα ἑτέρους ἕξ Οἴκους (Ν‐Σ).

Νόμον ὁ ἐν Σιναίῳ, τῷ Θεόπτῃ δοὺς πάλαι, Σταυρῷ ἐθελοντὶ προσηλοῦται, ὑπὲρ ἀνόμων ἀνόμως ἀνδρῶν, καὶ κατάραν νόμου παλαιὰν ἔλυσεν, ἵνα Σταυροῦ τὴν δύναμιν ὁρῶντες, ἅπαντες νῦν, βοῶμεν·

Χαῖρε, ἀνόρθωσις πεπτωκότων·

χαῖρε, κατάπτωσις κοσμολάτρων.

Χαῖρε, Ἀναστάσεως Χριστοῦ τὸ ἐγκαίνισμα·

χαῖρε, μοναζόντων τὸ θεῖον ἐντρύφημα.

Χαῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ᾿ οὗ σκέπονται πιστοί·

χαῖρε, ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῇ.

Χαῖρε, τῆς βασιλείας κατ᾿ ἐχθρῶν συμμαχία·

χαῖρε, τῆς πολιτείας κραταιὰ προστασία.

Χαῖρε, Κριτοῦ δικαίου φανέρωσις·

χαῖρε, βροτῶν πταιόντων κατάκρισις.

Χαῖρε Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ·

χαῖρε, Σταυρέ, πλουτιστὰ τῶν πενήτων.

Χαῖρε, Ξύλον μακάριον.

Ξένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τὸν νοῦν εἰς οὐρανὸν ἀνυψοῦντες· διὰ τοῦτο γὰρ ἐν τῷ Σταυρῷ ὁ Χριστὸς ἐπάγη, καὶ σαρκὶ πέπονθε, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοῶντας· Ἀλληλούϊα.

Ὅλος ἦλθεν ἐξ ὕψους, τὴν θεότητα ἔχων, ὁ μόνος προαιώνιος Λόγος· καὶ τεχθεὶς ἐκ Παρθένου Μητρός, καὶ φανεὶς τῷ κόσμῳ ταπεινὸς ἄνθρωπος, Σταυρὸν καταδεξάμενος, ἐζώωσε τοὺς αὐτῷ βοῶντας·

Χαῖρε Σταυρέ, τῆς εἰρήνης ὅπλον·

χαῖρε, βαλβὶς τῶν ὁδοιπορούντων.

Χαῖρε, σωζομένων σοφία καὶ στήριγμα·

χαῖρε, ἀπολλυμένων μωρία καὶ σύντριμμα.

Χαῖρε, εὔκαρπον, ἀθάνατον, καὶ ζωηφόρον φυτόν·

χαῖρε, ἄνθος, ὅπερ ἤνθησε τὴν σωτηρίαν ἡμῶν.

Χαῖρε, ὅτι συνάπτεις τὰ ἐν γῇ σὺν τοῖς ἄνω·

χαῖρε, ὅτι φωτίζεις τὰς καρδίας τῶν κάτω.

Χαῖρε, δι᾿ οὗ φθορὰ ἐξωστράκισται·

χαῖρε, δι᾿ οὗ ἡ λύπη ἠφάνισται.

Χαῖρε, καλῶν μυριάριθμος ὄλβος·

χαῖρε, πιστῶν μυριώνυμον εὖχος.

Χαῖρε, Ξύλον μακάριον.

Πέπτωκε τῶν δαιμόνων, ἡ παμβέβηλος φάλαγξ, καὶ γένος τῶν Ἑβραίων ᾐσχύνθη, προσκυνούμενον τὸν Σταυρὸν παρὰ πάντων, μετὰ πόθου βλέποντες, ἀεὶ δὲ ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν· Ἀλληλούϊα.

Ῥεύματα συνεστάλη, λογισμῶν κακοδόξων, παγέντος σου Χριστὲ ἐπὶ ξύλου· ἀποροῦσι γὰρ ὄντως τό, Πῶς καὶ Σταυρὸν ὑπέστης, καὶ φθορὰν πέφευγας· ἡμεῖς δὲ τὴν Ἀνάστασιν δοξάζοντες ἀναβοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ τὸ ὕψος·

χαῖρε, προνοίας αὐτοῦ τὸ βάθος.

Χαῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια·

χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.

Χαῖρε, ὅτι τὴν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ·

χαῖρε, ὅτι τὰ παθήματα ἀνακαινίζεις αὐτοῦ.

Χαῖρε, τῶν πρωτοπλάστων τὴν παράβασιν λύσας·

χαῖρε, τοῦ Παραδείσου τὰς εἰσόδους ἀνοίξας.

Χαῖρε Σταυρέ, τοῖς πᾶσι σεβάσμιε·

χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε.

Χαῖρε Σταυρέ, ἰατρὲ τῶν νοσούντων·

χαῖρε, ἀεὶ βοηθὲ τῶν βοώντων·

Χαῖρε, Ξύλον μακάριον.

Σῶσαι θέλων τὸν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρὸς αὐτὸν ἀποῤῥήτως· καὶ Σταυρὸν ὑπέστη, Θεὸς ὤν, δι᾿ ἡμᾶς, τὰ πάντα καθ᾿ ἡμᾶς δέχεται· διὸ καὶ λυτρωσάμενος ἡμᾶς, ἀκούει παρὰ πάντων· Ἀλληλούϊα.

ᾨδὴ ζ´. Ὁ Εἱρμός.

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Τροπάρια.

Ἀναφέρουσα, ἐκ γῆς πρὸς τὰ οὐράνια, χαῖρε ἡ γέφυρα· χαῖρε σημεῖον ἐν ᾧ φλογίνη ῥομφαία μὲν ὑποκεχώρηκε. Λῃστὴς ἦλθε δέ, χαίρων εἰς τὸν Παράδεισον. Ἀνυμνῶ τὴν δύναμίν σου.

Ἱερέων, ἡ εὐπρέπεια ζωήῤῥυτε, χαῖρε θεμέλιον τῆς Ἐκκλησίας ἡμῶν, γαλήνη τοῦ σύμπαντος· χαῖρε ἀνάκλησις, μετανοίας τε καὶ παρθενίας τήρησις· χαῖρε ξύλον ἀφθαρσίας.

Ῥόδον εὔοσμον, ἄνθος χαῖρε ἀμάραντον, ῥάβδος βλαστήσασα τὴν σωτηρίαν ἡμῶν· Ζωῆς χαῖρε τράπεζα, παρατιθέμενον, ἄρτον ἔχουσα· χαῖρε τροφὴ πεινώντων τε καὶ λιμὴν χειμαζομένων.

Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε τὸ ἅρμα Θεοῦ ἐν ᾧ περιέδραμεν ἀγαλλιώμενος, ὥσπερ γίγας τις, τὸν οὐρανόν, τὴν ἄβυσσον, ἕως ἄκρων οὐρανίων.

Ἱλαστήριον, ἁπάντων χαῖρε τίμιε· χαῖρε ἡ σύστασις, παντὸς τοῦ κόσμου Σταυρέ, δι᾿ οὗ ὑψουμένου τε συνανυψούμεθα, καὶ διάβολος, πίπτει εἰς ᾅδου πέταυρον, τὸ αὐτῷ ἡτοιμασμένον.

ᾨδὴ η´. Ὁ Εἱρμός.

Παῖδας εὐαγεῖς ἐν τῇ ἀβύσσῳ ὁ τύπος τοῦ θεοδόχου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Ναμάτων πηγῆς ἐκ σωτηρίου, τοῦ θείου Σταυροῦ, πλουσίως ἀρυσώμεθα, θεοῤῥύτων ἅπαντες, τῆς πλευρᾶς τοῦ πλάσαντος, ἡμᾶς προθύμως κράζοντες καὶ πίστει ψάλλοντες· Τὸν τίμιον ὑμνοῦμεν Κυρίου, καὶ ὑπερυψοῦμεν Σταυρὸν εἰς τοὺς αἰῶνας.

Μέσον οὐρανοῦ καὶ γῆς ἱδρύθης, ὡς κλῖμαξ Σταυρὲ Κυρίου ὡραιότατε, ἵνα ἀνατρέχωμεν πρὸς τὰ ἐπουράνια, διὰ τῆς σῆς οἱ ἄνθρωποι ἀνόδου, ψάλλοντες· Τὸν τίμιον Σταυρὸν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τόπος Κυρίου, οὗ οἱ πόδες, οἱ ἅγιοι σοὶ πρὸς σωτηρίαν ἔστησαν· ὅθεν προσκυνοῦμέν σε, Σταυρὲ ἡλιόμορφε, τῶν ἀσκητῶν ἐντρύφημα, τοῦ Παντοκράτορος, ἡ ἔκλαμπρος σημαία τῆς νίκης, κατὰ τοῦ Βελίαρ, ἡ θεοδόχος κλίνη.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον

Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· θανάτου καὶ γὰρ τὸν νεκρωτὴν ἐβάστασας· τυφλοὶ ἀναβλέπουσιν, ὦτα διανοίγονται, δαίμονες διώκονται, πάθη ἀφίστανται, μυρίων ἀγαθῶν ταμειοῦχε, Σταυρὲ τοῦ Σωτῆρος, ἡ κλεὶς τοῦ Παραδείσου.

Καὶ νῦν

Ὤφθης Κωνσταντίνῳ τῷ μεγάλῳ, τῷ κράτορι εὐσεβείας, ὦ πανσέβαστε, Σταυρὲ θεοδώρητε, καὶ πανυπερθαύμαστε, ἡλιακῶν λαμπρότερος βολίδων· ὅθεν σε τὸν Κύριον ὑμνοῦμεν τὸν δόντα, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ´. Ὁ Εἱρμός.

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.

Τροπάρια.

Ἴθυνον ἡμῶν, Σταυρὲ παμμακάριστε τῶν προσκυνούντων σε, πρὸς τὰς ἐντολὰς Χριστοῦ, τὴν ζωήν, ἵνα σοι Χαῖρε κράζωμεν· χαῖρε κατάρας λύτρωσις, ὡς τανυσθέντος σοι, τοῦ Κυρίου, καὶ κατάραν λύσαντος, εὐλογίαν ἡμῖν ἀντεισάξαντος.

Ἤρθη ἐπὶ γῆς, ἁπάσης ἡ δόξα σου, Σταυρὲ καὶ ἔπλησε, καὶ τὰ ἐπουράνια· διό σοι, Χαῖρε ἀεὶ κραυγάζομεν· χαῖρε δι᾿· οὗ ἐσώθημεν, τὰ ἔθνη ἅπαντα, προσκυνοῦντες, Τριάδα ἀχώριστον, τὸν Πατέρα, Υἱὸν σὺν τῷ Πνεύματι.

Σὺ εἶ ὁ Σταυρός, δι᾿ οὗ πάλαι ἔσχισε, Μωσῆς τὴν θάλασσαν· σὺ εἶ ἡ ἐκφυήσασα, Ἀαρωνῖτις ῥάβδος τὰ κάρυα· σὺ τὸ γλυκάναν ξύλον Μεῤῥᾶς τὰ νάματα· σοὶ βοῶμεν· Χαίροις προφητόφθεγκτε, αὐτουργὲ τεραστίων ἑκάστοτε.

Ὅλης ἐκ ψυχῆς, τὸ Χαῖρε σοι κράζομεν, Σταυρὲ πανάγιε, καὶ κατασφραγίζομεν, αὐτούς, καὶ πόλεις πλοῖά τε, καὶ ἱερά, καὶ ἅπαντα τά ἐγχειρήματα, σοῦ τὸ θεῖον, ὄνομα χαράττοντες, πεποιθότες ἐν σοὶ καὶ τροπούμενοι.

Ὕψωσον Χριστέ, ἡμῶν λατρευόντων σοι, καὶ προσκυνούντων σου, τὸν ζωοποιὸν Σταυρόν, καὶ τὰ φρικτά σου, θεῖα παθήματα, τὴν πολιτείαν· θραῦσον δέ, τοὺς ἀντιλέγοντας, ἵνα γνῶσι, πάντες τὴν ἀήττητον, τοῦ τιμίου Σταυροῦ σου τὴν δύναμιν.

Σῶσόν με Μητρός, τῇ χάριτι δέομαι τῆς παναχράντου σου, καὶ ζωοποιοῦ Σταυροῦ, θείᾳ δυνάμει, ὃν καὶ ὑπέμεινας, ὦ Ἰησοῦ μακρόθυμε, καὶ πολυέλεε, ἵνα σώσῃς, ῥεῦσαν τὸ εἰκόνα σήν, καὶ ὁμοίωσιν φέρον πλαστούργημα.

Καὶ τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα τοὺς λοιποὺς ἕξ Οἴκους (Τ‐Ω).

Τεῖχος τῆς οἰκουμένης, ὦ Σταυρὲ ζωηφόρε, ἀπόρθητον καὶ θεῖον νοοῦμεν· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατασκευάσας σε Ποιητὴς τάνυσι τὰς χεῖρας, ξένον ἄκουσμα· καὶ ἅπαντας ἐκφωνεῖν διδάσκει·

Χαῖρε, ἡ βάσις τῆς εὐσεβείας·

χαῖρε, τὸ νῖκος τῆς κληρουχίας.

Χαῖρε, Ἀμαλὴκ νοητὸν ὁ τροπούμενος·

χαῖρε, Ἰακὼβ ταῖς χερσὶ προτυπούμενος.

Χαῖρε, σὺ γὰρ ἀνεμόρφωσας τὰς παλαιτάτας σκιάς·

χαῖρε, σὺ γὰρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς.

Χαῖρε, ὁ τὸν Σωτῆρα τῶν ἁπάντων βαστάσας·

χαῖρε, ὁ τὸν φθορέα τῶν ψυχῶν καταργήσας.

Χαῖρε, δι᾿ οὗ Ἀγγέλοις ἡνώθημεν·

χαῖρε, δι᾿ οὗ φωτὶ κατηυγάσθημεν.

Χαῖρε, σὲ γὰρ προσκυνοῦμεν τιμῶντες·

χαῖρε, σοὶ γὰρ προσφωνοῦμεν, βοῶντες·

Χαῖρε, Ξύλον μακάριον.

Ὕμνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων· ἐγκωμίων πληθὺν καὶ γὰρ ἂν προσάξωμέν σοι, ὦ Σταυρὲ τίμιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν· ἀλλ᾿ οὖν βοῶμεν· Ἀλληλούϊα.

Φωτοπάροχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρὸς ὁ ζωοδώρητος οὗτος· τὸ γὰρ ἄϋλον δέδεκται φῶς, καὶ πρὸς γνῶσιν θείαν δαδουχεῖ ἅπαντας· ὑψοῖ δὲ νῦν ὑψούμενος τὸ νοῦν ἡμῶν, ἀναμέλπειν ταῦτα·

Χαῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων·

χαῖρε, ἀστήρ, τὸν κόσμον αὐγάζων.

Χαῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα·

χαῖρε, ἡ βροντή, τοὺς ἀπίστους ἐκπλήττουσα.

Χαῖρε, ὅτι κατελάμπρυνας, Ὀρθοδόξων τοὺς χορούς·

χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς.

Χαῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη·

χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.

Χαῖρε, σαρκὸς σημαίνων τὴν νέκρωσιν·

χαῖρε, παθῶν ὁ κτείνων ἐπέγερσιν.

Χαῖρε, ἐν ᾧ ὁ Χριστὸς ἐσταυρώθη·

χαῖρε, δι᾿· οὗ πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε, Ξύλον μακάριον.

Χάριν δοῦναι θελήσας, ὁ Χριστὸς τοῖς ἀνθρώποις, τὰς χεῖρας ἐπὶ ξύλου ἐκτείνει, καὶ τὰ ἔθνη πάντα συγκαλεῖ, καὶ βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τὸν ὕμνον ἐπαξίως, καὶ πιστῶς βοῶσιν· Ἀλληλούϊα.

Ψάλλοντές σου τὸν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον· ἐπὶ σοὶ γὰρ παγεὶς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι ταῦτα·

Χαῖρε, Σταυρέ, νοητὴ ῥομφαία·

χαῖρε, Ἁγίων ἅγιον βλέμμα.

Χαῖρε, Προφητῶν καὶ Δικαίων προκήρυγμα·

χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.

Χαῖρε, κάλλος καὶ διάδημα βασιλέων εὐσεβῶν·

χαῖρε, κράτος καὶ ὀχύρωμα ἱερέων εὐλαβῶν.

Χαῖρε, τῆς ἀληθείας εὐκλεέστατος κόσμος·

χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.

Χαῖρε, φαιδρὸν ἁπάντων ἀγλάϊσμα·

χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα.

Χαῖρε, φωτὸς ἀκηράτου λυχνία·

χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε, Ξύλον μακάριον.

Ὦ πανύμνητον Ξύλον, τὸ βαστάσαν τὸν πάντων Ἁγίων, ἁγιώτατον Λόγον (ἐκ γ´)· δεδεγμένον ἡμῶν τὰς λιτάς, ἀπὸ πάσης ῥῦσαι συμφορᾶς ἅπαντας, καὶ αἰωνίου λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας· Ἀλληλούϊα.

Καὶ πάλιν τὸν πρῶτον Οἶκον.

Ἄγγελοι οὐρανόθεν, ἀοράτως κυκλοῦσι, Σταυρὸν τὸν ζωηφόρον ἐν φόβῳ· καὶ φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται, καὶ ἵστανται βοῶντες πρὸς αὐτὸν τοιαῦτα·

Χαῖρε Σταυρέ, οἰκουμένης φύλαξ·

χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας.

Χαῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα·

χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τὰ πέρατα.

Χαῖρε, ξύλον ζωομύριστον, καὶ θαυμάτων θησαυρέ·

χαῖρε, συνθετοτρισόλβιε, καὶ χαρίτων παροχεῦ.

Χαῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον·

χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.

Χαῖρε, κρατὴρ τοῦ νέκταρος ἔμπλεως·

χαῖρε, λαμπτὴρ τῆς ἄνω λαμπρότητος.

Χαῖρε, δι᾿ οὗ εὐλογεῖται ἡ κτίσις·

χαῖρε, δι᾿ οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

Εἶτα λέγεται τὸ Τρισάγιον καὶ τό·

Ἀπολυτίκιον. Ἦχος α´.

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Πρόσφατα Άρθρα

Η Κυριακή προ της Υψώσεως του Τιμίου Σταυρού στην Ι. Μ. Κορίνθου
Εκκλησία της Ελλάδος

Η Κυριακή προ της Υψώσεως του Τιμίου Σταυρού στην Ι. Μ. Κορίνθου

13 Σεπτεμβρίου 2026

Την Κυριακή 13 Σεπτεμβρίου 2026, Κυριακή προ της Παγκοσμίου Υψώσεως του Τιμίου και Ζωοποιού Σταυρού, ο Σεβασμιώτατος Μητροπολίτης Κορίνθου κ....

Read more
Κυριακή προ της Υψώσεως στον Ι.Ν. Αγίου Γερασίμου Βόλου
Εκκλησία της Ελλάδος

Κυριακή προ της Υψώσεως στον Ι.Ν. Αγίου Γερασίμου Βόλου

13 Σεπτεμβρίου 2026

Στον Ιερό Ναό Αγίου Γερασίμου Βόλου λειτούργησε σήμερα, Κυριακή προ της Υψώσεως του Τιμίου Σταυρού, ο Σεβ. Μητροπολίτης Δημητριάδος κ....

Read more
«Η Μικρασία ζει στις καρδιές μας – Δεν θα επιτρέψουμε ποτέ να χαθεί η μνήμη»
Εκκλησία της Ελλάδος

«Η Μικρασία ζει στις καρδιές μας – Δεν θα επιτρέψουμε ποτέ να χαθεί η μνήμη»

13 Σεπτεμβρίου 2026

Στον Ιερό Ναό Αγίων Κωνσταντίνου και Ελένης Αγρινίου χοροστάτησε στην ακολουθία του Όρθρου και προεξήρχε στην Αρχιερατική Θεία Λειτουργία την...

Read more
13 Σεπτεμβρίου 1986….Σαράντα χρόνια από τον σεισμό της Καλαμάτας
Εκκλησία της Ελλάδος

13 Σεπτεμβρίου 1986….Σαράντα χρόνια από τον σεισμό της Καλαμάτας

13 Σεπτεμβρίου 2026

Με την τέλεση μνημοσύνου την Κυριακή 13 Σεπτεμβρίου 2026, τιμήθηκε η μνήμη των 20 θυμάτων του καταστρεπτικού σεισμού της 13ης...

Read more
Στη ΔΕΘ ο Διευθυντής του Πρωθυπουργικού Γραφείου Θεσσαλονίκης για το πρόγραμμα «Θρησκεία, Κοινωνία και Τεχνητή Νοημοσύνη»
Ελλάδα Κόσμος

Στη ΔΕΘ ο Διευθυντής του Πρωθυπουργικού Γραφείου Θεσσαλονίκης για το πρόγραμμα «Θρησκεία, Κοινωνία και Τεχνητή Νοημοσύνη»

13 Σεπτεμβρίου 2026

Ο Διευθυντής του Πρωθυπουργικού Γραφείου στη Θεσσαλονίκη κ. Ιωάννης Παπαγεωργίου παρευρέθηκε στο επιστημονικό εκπαιδευτικό πρόγραμμα του ΑΠΘ: Θρησκεία, Κοινωνία και...

Read more
Χειροτονία νέου Πρεσβυτέρου στην Πτολεμαΐδα
Εκκλησία της Ελλάδος

Χειροτονία νέου Πρεσβυτέρου στην Πτολεμαΐδα

13 Σεπτεμβρίου 2026

Το Σάββατο 12 Σεπτεμβρίου 2026, στον Ιερό Ναό Αγίας Σκέπης Πτολεμαΐδος, τελέστηκε Αρχιερατική Θεία Λειτουργία, κατά την οποία συλλειτούργησαν ο...

Read more
Με αφορμή τις 250.000 συνδρομητές και 54.000.000 προβολές στο κανάλι «Geron Nektarios »
Εκκλησία της Ελλάδος

Μην αφήνεις τη σχέση να γίνει συνήθεια: Πώς ξαναζωντανεύει ένα ζευγάρι

13 Σεπτεμβρίου 2026

Πώς αλλάζει μια σχέση όταν η καθημερινότητα, οι υποχρεώσεις και η ρουτίνα αρχίζουν να παίρνουν τη θέση του χρόνου που...

Read more
Χειροτονία νέου Διακόνου στον Καθεδρικό Ι. Ναό Αποστόλου Παύλου Κορίνθου
Εκκλησία της Ελλάδος

Χειροτονία νέου Διακόνου στον Καθεδρικό Ι. Ναό Αποστόλου Παύλου Κορίνθου

13 Σεπτεμβρίου 2026

Με ιδιαίτερη εκκλησιαστική λαμπρότητα και μέσα σε κλίμα πνευματικής χαράς και συγκίνησης τελέσθηκαν σήμερα, Σάββατο 12 Σεπτεμβρίου 2026, στον Καθεδρικό...

Read more
Όταν η αγάπη ανθίζει στην «ΓΑΛΙΛΑΙΑ»
Εκκλησία της Ελλάδος

Όταν η αγάπη ανθίζει στην «ΓΑΛΙΛΑΙΑ»

13 Σεπτεμβρίου 2026

Στην καρδιά της καταπράσινης Χρυσοπηγής Σερρών, εκεί όπου η φύση μοιάζει να ψιθυρίζει την δόξα του Δημιουργού, η εκκλησιαστική Κατασκήνωση...

Read more
Τεσσαρακονθήμερο Μνημόσυνο του αειμνήστου Πρωτοψάλτου Ιωάννου Σχώρη στον Βόλο
Εκκλησία της Ελλάδος

Τεσσαρακονθήμερο Μνημόσυνο του αειμνήστου Πρωτοψάλτου Ιωάννου Σχώρη στον Βόλο

12 Σεπτεμβρίου 2026

Το τεσσαρακονθήμερο μνημόσυνο του αειμνήστου Πρωτοψάλτου Ιωάννου Σχώρη τελέστηκε σήμερα στον Ιερό Ναό Μεταμορφώσεως του Σωτήρος Βόλου, όπου επί δεκαετίες...

Read more
«Ο καλός αγώνας καταξιώνει το ταξίδι της ζωής μας!»
Εκκλησία της Ελλάδος

«Ο καλός αγώνας καταξιώνει το ταξίδι της ζωής μας!»

12 Σεπτεμβρίου 2026

Κοντά στους μαθητές και τους εκπαιδευτικούς σχολικών μονάδων των Σερρών και της Νιγρίτης, βρέθηκε την Παρασκευή 11 Σεπτεμβρίου 2026, ο...

Read more
Κηρύγματα

Κυριακή προς της Υψώσεως του Τιμίου και Ζωοποιού Σταυρού

12 Σεπτεμβρίου 2026

Του Πρωτοσυγκέλλου της Ι.Μ. Φωκίδος, Γέροντος Νεκταρίου Μουλατσιώτη Αγαπητοί μου αδελφοί, Σήμερα είναι Κυριακή προς της Υψώσεως του Τιμίου και...

Read more
Ἁγιασμοί γιά τήν νέα σχολική χρονιά στήν Ναύπακτο
Εκκλησία της Ελλάδος

Ἁγιασμοί γιά τήν νέα σχολική χρονιά στήν Ναύπακτο

12 Σεπτεμβρίου 2026

Τήν Παρασκευή, 11 Σεπτεμβρίου 2026, τελέσθηκαν οἱ Ἁγιασμοί γιά τήν ἔναρξη τῆς νέας σχολικῆς χρονιᾶς, γιά τό σχολικό ἔτος 2026-27....

Read more
Παρουσίαση του Προγράμματος «Θρησκεία, Κοινωνία και Τεχνητή Νοημοσύνη» του ΑΠΘ στην 90ή ΔΕΘ
Ελλάδα Κόσμος

Παρουσίαση του Προγράμματος «Θρησκεία, Κοινωνία και Τεχνητή Νοημοσύνη» του ΑΠΘ στην 90ή ΔΕΘ

12 Σεπτεμβρίου 2026

Ξεκίνησε η παρουσίαση του Προγράμματος ΚΕΔΙΒΙΜ του Τμήματος Κοινωνικής Θεολογίας και Χριστιανικού Πολιτισμού ΑΠΘ: ''Θρησκεία, Κοινωνία και Τεχνητή Νοημοσύνη'' στην...

Read more
Η παρουσία του Θεού
Κηρύγματα

Πῶς οἱ χριστιανοί λατρεύουμε τόν Θεό;

12 Σεπτεμβρίου 2026

Εἴδαμε στήν προηγούμενη Κυριακή γιά τήν αἰτία τῆς Θείας Λατρείας, δηλαδή τήν ἀνάγκη νά ἀπευθύνεται ὁ πιστός στόν Πλάστη του...

Read more
Previous slide
Next slide

ΚΗΡΥΓΜΑΤΑ

Κηρύγματα

Κυριακή προς της Υψώσεως του Τιμίου και Ζωοποιού Σταυρού

12 Σεπτεμβρίου 2026

Του Πρωτοσυγκέλλου της Ι.Μ. Φωκίδος, Γέροντος Νεκταρίου Μουλατσιώτη Αγαπητοί μου αδελφοί, Σήμερα είναι Κυριακή προς της Υψώσεως του Τιμίου και...

Η παρουσία του Θεού

Πῶς οἱ χριστιανοί λατρεύουμε τόν Θεό;

12 Σεπτεμβρίου 2026
H δύναμη του Σταυρού

H δύναμη του Σταυρού

12 Σεπτεμβρίου 2026
Αυλώνος Χριστόδουλος: «Η ΕΛΠΙΔΑ»

«Τὸν Σταυρόν σου προσκυνοῦμεν Δέσποτα»

12 Σεπτεμβρίου 2021
«Zητεῖτε πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ»

Το μήνυμα του Ευαγγελίου της Κυριακής προ της Υψώσεως του Τιμίου Σταυρού

10 Σεπτεμβρίου 2021
Παλαιές μαρτυρίες γιά το σημείο του Τιμίου Σταυρού που φάνηκε στα Ιεροσόλυμα

Η μεγαλύτερη αποκάλυψη του Θεού δια του Ιησού Χριστού είναι η αγάπη του Θεού προς τον άνθρωπο

13 Σεπτεμβρίου 2020
«Εμείς έχουμε άρχοντες σαν τον Νικόδημο;»

«Εμείς έχουμε άρχοντες σαν τον Νικόδημο;»

12 Σεπτεμβρίου 2020
Ο Τίμιος και Ζωοποιός Σταυρός ως πανοπλία

Η θυσία του Υιού – Κυριακή προ της Υψώσεως

12 Σεπτεμβρίου 2020
Το χάλκινο φίδι καί ό σταυρός

Το χάλκινο φίδι καί ό σταυρός

7 Σεπτεμβρίου 2019
Το Κορυφαίο Έγκλημα του Πολιτισμού

Αγίου Χρυσοστόμου Σμύρνης και των συν αυτώ Μνήμη Αγίων Μικράς Ασίας

7 Σεπτεμβρίου 2019
«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες…»

Κήρυγμα στο αποστολικό ανάγνωσμα της Κυριακής προ της Υψώσεως

7 Σεπτεμβρίου 2019

Κήρυγμα στο Ευαγγέλιο της Κυριακής προ της Υψώσεως

7 Σεπτεμβρίου 2019
Το Κορυφαίο Έγκλημα του Πολιτισμού

Μνήμη Aγ. Iερομάρτυρος Xρυσοστόμου Σμύρνης

7 Σεπτεμβρίου 2019
Αναζητώντας σήμερα τον «τύπο» και τον «τόπο» του Χριστού

Κυριακή προ της ύψωσης του Τιμίου Σταυρού

6 Σεπτεμβρίου 2019

Προφητικό σύμβολο του Εσταυρωμένου Ιησού Χριστού

8 Σεπτεμβρίου 2018
«Ἡ Γέννησίς σου Θεοτόκε χαράν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ»

Κυριακή προ της Υψώσεως του Τιμίου Σταυρού: η σύναξις των Αγίων Ιωακείμ και Άννης

8 Σεπτεμβρίου 2018
Ποιο είναι το θέλημα του Θεού;

«Η Πίστη στον Θεό»

7 Σεπτεμβρίου 2018
Η ύψωση του Τιμίου Σταυρού ως παρηγοριά και στήριγμα στη πορεία προς το πάθος

«Και καθώς Μωυσής ύψωσε τον όφιν εν τη ερήμω, ούτως υψωθήναι δει τον υιόν του ανθρώπου»

10 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Κυριακή προ της Υψώσεως

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Κυριακή προ της ύψωσης (Ἰω. γ΄, 13-17)

16 Νοεμβρίου 2023
H δύναμη του Σταυρού

Ομιλία εις την Κυριακήν προ της Υψώσεως του Τιμίου και ζωοποιού Σταυρού

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Χρόνος ευπρόσδεκτος «αλλ’ έχη ζωήν αιώνιον»

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Η σωτηρία του ανθρώπου και του κόσμου!

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Ο Σταυρός του Χριστού αποκάλυψη της Θείας αγάπης

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Η Αληθινή προσφορά

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Κυριακή προ της ύψωσης του Τιμίου Σταυρού

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Κυριακή προ της Υψώσεως (Ιωαν. Γ΄ 13-17)

9 Σεπτεμβρίου 2017
H δύναμη του Σταυρού

Κυριακὴ πρὸ τῆς Ὑψώσεως (Ἰωάν. 3,13-17)

16 Νοεμβρίου 2023
H δύναμη του Σταυρού

Κυριακή προ της ύψωσης του Τιμίου Σταυρού

9 Σεπτεμβρίου 2017
Το Κορυφαίο Έγκλημα του Πολιτισμού

Το Κορυφαίο Έγκλημα του Πολιτισμού

9 Σεπτεμβρίου 2017
Next Post
Η Ύψωσις του Τιμίου Σταυρού

ΑΠΟΣΤΟΛΟΣ-ΕΥΑΓΓΕΛΙΟ ΕΟΡΤΗΣ ΥΨΩΣΕΩΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ ΥΨΩΣΙΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ Ο Ἀπόστολος Προς Κορινθίους Α΄ επιστολή Παύλου (α΄18–24)

Η Ύψωσις του Τιμίου Σταυρού

Η ΥΨΩΣΗ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Η Ύψωσις του Τιμίου Σταυρού

14 Σεπ 2009 Η Ύψωσις του Τιμίου Σταυρού (14 Σεπτεμβρίου)

Η Ύψωσις του Τιμίου Σταυρού

ΣΤΟΝ ΕΟΡΤΑΣΜΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ (14 Σεπτεμβρίου)

Η Ύψωσις του Τιμίου Σταυρού

14 Σεπτεμβρίου 2012 Παγκόσμια Ὕψωση τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ

Poimin.gr © 2023

  • Ταυτότητα
  • Επικοινωνία
  • Όροι Χρήσης
  • Πολιτική Προστασίας Προσωπικών Δεδομένων
  • Πολιτική Cookies
  • Δήλωση Συμμόρφωσης με τη Σύσταση (ΕΕ) 2018/334

Follow Us

No Result
View All Result
  • Αρχική
  • Επικαιρότητα
    • Εκκλησία της Ελλάδος
    • Πατριαρχεία – Αυτοκέφαλες Εκκλησίες
    • Η φωνή των Ποιμένων
    • Ελλάδα Κόσμος
  • Συνοπτικός
  • Κηρύγματα
  • Απόψεις – Γνώμες
  • Πνευματικές Διδαχές
    • Ομιλίες
    • Άκου ένα βιβλίο
  • Αφιερώματα
    • Μουσικός Θησαυρός
    • Στρατιωτικοί Ιερείς
    • Προσκυνηματικός Τουρισμός
  • Αιρέσεις

Poimin.gr © 2023

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist