Ο Μακαριώτατος Μητροπολίτης Κιέβου και πάσης Ουκρανίας Επιφάνιος ανακοινώνει στην Ιεραρχία, στον ευσεβή κλήρο και στον λαό του Θεού ότι παρελήφθη η απάντηση στην Ειρηνική του επιστολή από τον Μακαριώτατο Αρχιεπίσκοπο Αθηνών και πάσης Ελλάδος κ. Ιερώνυμο Β’.

Η Αγιωτάτη Εκκλησία της Ουκρανίας δοξολογεί το όνομα του Αληθινού Θεού και εκφράζει και πάλι τις ευχαριστίες προς όλους όσοι κατενόησαν το δίκαιο αίτημα του λαού μας για εκκλησιαστική ενότητα.

******

Ἀριθ. Πρωτ. 4751

Μακαριώτατε Μητροπολῖτα Κιέβου καί πάσης Οὐκρανίας, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητέ καί περιπόθητε ἀδελφέ καί συλλειτουργέ τῆς ἡμῶν Μετριότητος, κύριε Ἐπιφάνιε, τήν Ὑμετέραν Μακαριότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.

Ἀσμένως ἐδεξάμεθα τήν ὑπ’ ἀριθ. 1119 καί ἀπό 24ης Δεκεμβρίου 2018 Πατριαρχικήν Ἐπιστολήν, δι’ ἧς πληροφορούμεθα περί τῆς πρωτοβούλου ἐνεργείας τῆς Πρωτοθρόνου καί Πρωτευθύνου Ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἥτις, ἐπιβλέψασα εὐμενῶς πρός Ὑμᾶς, τήν περί Ὑμᾶς Ἱεραρχίαν, τόν ἱερόν κλῆρο καί τόν πιστόν τοῦ Κυρίου λαόν, ἐπανέφερε τά διεστῶτα εἰς τήν μίαν Ποίμνην τοῦ Ἀρχιποίμενος Κυρίου καί Σωτῆρος ἡμῶν, ὡς καί περί τῆς Συνοδικῇ Διαγνώμῃ τῆς Ἁγίας καί Ἱερᾶς Συνόδου τοῦ Οἰκουμενικοῦ Πατριαρχείου ἀνακηρύξεως τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Οὐκρανίας ὡς Αὐτοκεφάλου καί Αὐτοδιοικήτου, τιμηθείσης ταῖς τῶν λοιπῶν Αὐτοκεφάλων Ἐκκλησιῶν εὐθύναις καί δικαιώμασιν.

Ἐν ταὐτῷ δέ μετά χαρᾶς πολλῆς κομισάμενοι τά ἀπό 17ης Δεκεμβρίου π.ἔ. Ὑμέτερα Εἰρηνικά Γράμματα, δι’ ὧν ἀνακοινοῦται ἡμῖν ἡ κανονική ἐκλογή Ὑμῶν ὡς Μητροπολίτου Κιέβου καί πάσης Οὐκρανίας, διά τοῦ μετά χεῖρας Γράμματος ἀπευθύνομεν πρός τήν Ὑμετέραν Μακαριότητα τάς θερμάς συγχαρητηρίους εὐχάς ἡμῶν προσωπικῶς, τῆς Σεπτῆς Ἱεραρχίας, τοῦ εὐλαβοῦς Κλήρου καί τοῦ φιλοχρίστου Λαοῦ τῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Ἑλλάδος, εὐχόμενοι τόν φωτισμόν καί τήν ἐνίσχυσιν τοῦ ἐν Τριάδι Θεοῦ εἰς τήν ἐκτέλεσιν τῶν νέων καί εὐθυνοφόρων καθηκόντων Ὑμῶν, ὡς Προκαθημένου τῆς ἐν Οὐκρανίᾳ Ἐκκλησίας.

Αἱ Ἁγιώταται κατά τόπους Ἐκκλησίαι, Μακαριώτατε ἀδελφέ, μετέχουσιν ἐν τῇ Θείᾳ Εὐχαριστίᾳ τοῦ κοινοῦ Ποτηρίου τῆς ζωῆς διά τῆς ἐν τῇ πίστει ἑνότητος, ἐν τῇ τηρήσει τῶν αὐτῶν θεοπνεύστων Δογμάτων, τοῦ αὐτοῦ τῆς Πίστεως Συμβόλου καί τῶν αὐτῶν ἐκκλησιαστικῶν Κανόνων, τῶν ὑπό τῶν Ἁγίων Οἰκουμενικῶν καί Μεγάλων τῆς Ἑῴας Συνόδων ὁρισθέντων, συναποτελοῦσαι τά μέλη τῆς Μιᾶς, Ἁγίας, Καθολικῆς καί Ἀποστολικῆς Ἐκκλησίας. Ὅθεν, χαίροντες καί ἡμεῖς ἐπί τῷ ἀγαθῷ μηνύματι τῆς κατευοδώσεως τῶν κοινῶν πόθων καί ἐνεργειῶν πρός διάλυσιν τοῦ μεσοτοίχου μεταξύ Ὑμῶν τε καί ἡμῶν, ὁμοδόξων καθ’ ὅλα ἀδελφῶν, τοῦ θλῖψιν καί σκάνδαλον μέγα προξενοῦντος ἐπί ζημίᾳ μεγίστῃ τῆς ὅλης Ἐκκλησίας καί τῆς κοινῆς ἐν τῷ συγχρόνῳ κόσμῳ μαρτυρίας τῆς Ὀρθοδοξίας, ἕως ἄρτι ἑστηκότος, τῷ Ἐπαναγαγόντι ἡμᾶς εἰς τήν προτέραν κοινωνίαν, Ἄρχοντι καί Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, ἀναπέμπομεν ὁλόθυμον τήν δοξολογίαν καί τόν αἶνον ἀπό τῆς καθ’ ἡμᾶς Ἁγιωτάτης καί Ἀποστολικῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἀποδίδοντες τῇ Ὑμετέρᾳ Μακαριότητι τόν ἀσπασμόν τῆς ἀδελφικῆς ἀγάπης καί τείνοντες τήν χεῖρα τῆς Ἐκκλησιαστικῆς Κοινωνίας.

Ἐπί δέ τούτοις, εὐχόμενοι ὅπως ὁ Κύριος, ἡ εἰρήνη ἡμῶν, «ὁ ποιήσας τά ἀμφότερα ἕν καί τό μεσότοιχον τοῦ φραγμοῦ λύσας» (Ἐφεσ. β΄ 14), «δῴη ἡμῖν τό αὐτό φρονεῖν ἐν ἀλλήλοις» (Ρωμ. ιε΄ 5) πάντοτε καί χαρίζῃ τήν νέαν Πρωθιεραρχικήν διακονίαν Ὑμῶν πολυχρόνιον, πολύκαρπον καί καλλίκαρπον, ἐπ’ ἀγαθῷ τῆς ἀδελφῆς Ἁγιωτάτης Ἐκκλησίας τῆς Οὐκρανίας καί πρός τελείαν ἐκ τοῦ σφοδρῶς τήν ἑνότητα αὐτῆς κλυδωνίσαντος σάλου ἀπαλλαγήν καί ἀποκατάστασιν πλήρους ἐν αὐτῇ εἰρήνης, γαλήνης καί εὐσταθείας, πρός δόξαν Θεοῦ καί τῆς ἀνά τήν οἰκουμένην Ὀρθοδοξίας, κατασπαζόμεθα τήν Ὑμετέραν ἀδελφοπόθητον Μακαριότητα φιλήματι ἁγίῳ καί διατελοῦμεν

ἀγαπητός ἐν Χριστῷ ἀδελφός
† Ὁ Ἀθηνῶν Ἱερώνυμος Β΄, Πρόεδρος

Γίνετε συνοδοιπόροι μας στην γνώση και την ενημέρωση. Στείλτε στο info@poimin.gr άρθρα, φωτογραφίες, βίντεο ή κάτι που πιστεύετε ότι αξίζει να μοιραστείτε τόσο με εμάς όσο και με τους αναγνώστες μας.