Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς.

Ἀλλ” εἰ καὶ μὴ πάρεισιν, ἀναγκαῖον καὶ πρὸς ἀπόντας διαλεχθῆναι·  εὔδηλον γὰρ ὅτι δι” ὑμῶν ταῦτα ἀκούσονται τῶν παρόντων·
μέχρι πότε τῶν χρημάτων ἡ λύσσα;  μέχρι τίνος ἡ μηδέποτε σβεννυμένη κάμινος πάντα ἔπεισι καὶ καταφλέγει;  οὐκ ἴστε ὅτι αὕτη ἡ φλὸξ ἐκεῖνο τίκτει τὸ ἄσβεστον πῦρ;  αὕτη ἡ τηκεδὼν ἐκεῖνον γεννᾷ τὸν σκώληκα τὸν ἰοβόλον;

Εἰ δὲ καταφρονεῖς γεέννης, καὶ οὐ διασείει σου τὴν διάνοιαν ταῦτα τὰ ῥήματα διὰ τὸ μέλλειν ἔτι τὴν κόλασιν· κἂν τὰ παρόντα πειθέτω σε.

Οὐκ ἔγνωτε οἷον τὸν καρπὸν ἡ φιλοχρηματία πρώην ἐπεδείξατο;  οὐ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐστι τὰ ὑπομνήματα;  οὐκ ἔναυλος τῆς τοσαύτης καταστροφῆς ἡ ἀπόδειξις;

Αγ. Ιωάννου Χρυσοστόμου